Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.193 Joseph. AJ 18.197 (English) >>Joseph. AJ 18.202

18.195

Ἀγρίππας δὲ τότε δεθεὶς εἱστήκει πρὸ τοῦ βασιλείου πρός τινι δένδρῳ κλιθεὶς ὑπὸ ἀθυμίας μετὰ πολλῶν οἳ ἐδέδεντο. καί τινος ὀρνέου καθίσαντος ἐπὶ τοῦ δένδρου, Ἀγρίππας προσεκέκλιτο, βουβῶνα δὲ οἱ Ῥωμαῖοι τὸν ὄρνιν τοῦτον καλοῦσιν, τῶν δεσμωτῶν τις Γερμανὸς θεασάμενος ἤρετο τὸν στρατιώτην, ὅστις εἴη ἐν τῇ πορφυρίδι. 18.196καὶ μαθὼν μὲν Ἀγρίππαν ὄνομα αὐτῷ, Ἰουδαῖον δὲ τὸ γένος καὶ τῶν ἐκείνῃ ἀξιολογωτάτων, ἠξίωσεν τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν διὰ λόγων· βούλεσθαι γάρ τινα ἀμφὶ τῶν πατρίων ἔρεσθαι αὐτόν. 18.197καὶ τυχών, ἐπεὶ πλησίον ἵσταται, διʼ ἑρμηνέως νεανία, φησίν, καταχθεῖ μέν σε τὸ αἰφνίδιον τῆς μεταβολῆς πολλήν τε οὕτως καὶ ἀθρόαν ἐπαγαγὸν τὴν τύχην, ἀπιστία δέ σοι λόγων, οἳ ἐπὶ διαφυγῇ κακοῦ τοῦ ἐφεστηκότος διαιροῖντο τοῦ θείου τὴν πρόνοιαν. 18.198ἴσθι γε μήν, θεοὺς τοὺς ἐμοὶ πατρῴους καὶ τοὺς τοῖσδε ἐγχωρίους, οἳ τόνδε ἐπρυτάνευσαν ἡμῖν τὸν σίδηρον, ἐπομνύμενος λέξω τὰ πάντα οὔτε ἡδονῇ γλωσσάργῳ διδοὺς τὸν ἐπʼ αὐτοῖς λόγον οὔτε διακενῆς εὐθυμεῖν σε ἐσπουδακώς. 18.199αἱ γὰρ ἐπὶ τοιοῖσδε προαγορεύσεις ὑστερηκότος τοῦ ἀποδείξοντος ἔργου χαλεπωτέραν προστίθενται τὴν ἀχθηδόνα τοῦ μηδʼ εἰ τὴν ἀρχὴν ἀκροάσαιτο αὐτῶν. ἀλλὰ καὶ τὸ ἐμὸν κινδύνοις παραβαλλόμενος δίκαιον ἡγησάμην σοι διασαφῆσαι τὴν προαγόρευσιν τῶν θεῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.193 Joseph. AJ 18.197 (English) >>Joseph. AJ 18.202

Powered by PhiloLogic